Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.17 Joseph. AJ 6.21 (English) >>Joseph. AJ 6.24

6.19

Τοῦ δὲ λαοῦ παντὸς ἐκείνῳ τῷ χρόνῳ, καθʼ ὃν εἶχεν τῶν Καριαθιαρειμιτῶν πόλις τὴν κιβωτὸν, ἐπʼ εὐχὰς καὶ θυσίας τραπέντος τοῦ θεοῦ καὶ πολλὴν ἐμφανίζοντος τὴν περὶ αὐτὸν θρησκείαν καὶ φιλοτιμίαν, προφήτης Σαμουῆλος ἰδὼν αὐτῶν τὴν προθυμίαν, ὡς εὔκαιρον πρὸς οὕτως ἔχοντας εἰπεῖν περὶ ἐλευθερίας καὶ τῶν ἀγαθῶν τῶν ἐν αὐτῇ, χρῆται λόγοις οἷς ᾤετο μάλιστα τὴν διάνοιαν αὐτῶν προσάξεσθαι καὶ πείσειν· 6.20ἄνδρες, γὰρ εἶπεν, οἷς ἔτι νῦν βαρεῖς μὲν πολέμιοι Παλαιστῖνοι, θεὸς δʼ εὐμενὴς ἄρχεται γίνεσθαι καὶ φίλος, οὐκ ἐπιθυμεῖν ἐλευθερίας δεῖ μόνον, ἀλλὰ καὶ ποιεῖν διʼ ὧν ἂν ἔλθοι πρὸς ὑμᾶς, οὐδὲ βούλεσθαι μὲν ἀπηλλάχθαι δεσποτῶν ἐπιμένειν δὲ πράττοντας ἐξ ὧν οὗτοι διαμενοῦσιν· 6.21ἀλλὰ γίνεσθε δίκαιοι, καὶ τὴν πονηρίαν ἐκβαλόντες τῶν ψυχῶν καὶ θεραπεύσαντες αὐτὴν ὅλαις ταῖς διανοίαις προστρέπεσθε τὸ θεῖον καὶ τιμῶντες διατελεῖτε· ταῦτα γὰρ ὑμῖν ποιοῦσιν ἥξει τὰ ἀγαθά, δουλείας ἀπαλλαγὴ καὶ νίκη πολεμίων, λαβεῖν οὔθʼ ὅπλοις οὔτε σωμάτων ἀλκαῖς οὔτε πλήθει συμμάχων δυνατόν ἐστιν· οὐ γὰρ τούτοις θεὸς ὑπισχνεῖται παρέξειν αὐτά, τῷ δʼ ἀγαθοὺς εἶναι καὶ δικαίους· ἐγγυητὴς δὲ αὐτοῦ τῶν ὑποσχέσεων ἐγὼ γίνομαι.” 6.22 ταῦτʼ εἰπόντος ἐπευφήμησε τὸ πλῆθος ἡσθὲν τῇ παραινέσει καὶ κατένευσεν αὑτὸ παρέξειν κεχαρισμένον τῷ θεῷ. συνάγει δʼ αὐτοὺς Σαμουῆλος εἴς τινα πόλιν λεγομένην Μασφάτην· κατοπτευόμενον τοῦτο σημαίνει κατὰ τὴν τῶν Ἑβραίων γλῶτταν· ἐντεῦθεν ὑδρευσάμενοί τε σπένδουσι τῷ θεῷ καὶ διανηστεύσαντες ὅλην τὴν ἡμέραν ἐπʼ εὐχὰς τρέπονται.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.17 Joseph. AJ 6.21 (English) >>Joseph. AJ 6.24

Powered by PhiloLogic